Byzantine Christmas Carols
Ἄναρχος Θεὸς καταβέβηκεν καὶ ἐν τῇ Παρθένῳ κατώκησεν
ἐρουρεμ-ἐρουρεμ-ἐρουρερου-ἐρουρεμ, Χαῖρε Ἄχραντε.
Βασιλεὺς τῶν ὅλων καὶ Κύριος, ἦλθες τὸν Ἀδὰμ ἀναπλάσασθαι.
ἐρουρεμ-ἐρουρεμ-ἐρουρερου-ἐρουρεμ, Χαῖρε Ἄχραντε.
Γηγενεῖς σκιρτᾶτε καὶ χαίρετε, τάξεις τῶν ἀγγέλων εὐφραίνονται
ἐρουρεμ-ἐρουρεμ-ἐρουρερου-ἐρουρεμ, Χαῖρε Ἄχραντε.
Δεῦτε ἐν σπηλαίῳ κατείδομεν, κείμενον ἐν φάτνῃ, τὸν Κύριον
ἐρουρεμ-ἐρουρεμ-ἐρουρερουρεμ, Χαῖρε Δέσποινα.
Ἐξ ἀνατολῶν μάγοι ἔρχονται δῶρα προσκομίζουσιν ἄξια
ἐρουρεμ-ἐρουρεμ-ἐρουρερουρεμ, Χαῖρε Δέσποινα.
Ἤκουσεν Ἡρώδης τὸ μήνυμα κι ὅλος ἐταράχθη ὁ δόλιος
τεριριριρεμ-τεριριριρεμ-τεμ καὶ ἀνανες, Χαῖρε Ἄχραντε.
Θεόδρομον ἄστρον θεώμενοι, μάγοι τῶν Περσῶν ἐξεκίνησαν
τεριριριρεμ-τεριριριρεμ-τεμ καὶ ἀνανες, Χαῖρε Ἄχραντε.
Κάκωσιν προστάξας ὁ τύραννος, τῆς Ραχήλ τὰ τέκνα κατέσφαξεν
τεριριριρεμ-τεριριριρεμ-τεμ καὶ ἀνανες, Χαῖρε Ἄχραντε.