Ἄξιόν ἐστιν καὶ Μεγαλυνάρια

Ἄξιόν ἐστιν καὶ Μεγαλυνάρια Βρείτε ολόκληρο το album εδώ: Ποιητικά Κείμενα: Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Tὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν· τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν. Μεγαλυνάρια. Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν Παραμυθίαν ἡμῶν τῶν παροικούντων, Μονῇ Βατοπαιδίου, ὕμνοις τιμήσωμεν. Δέσποινα καὶ Μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις μοναζόντων τῇ σῇ Μονῇ, καὶ Παραμυθία γενοῦ ἡμῶν καὶ σκέπη, καὶ πρέσβυς τῷ Υἱῷ σου, ὑπὲρ τῶν δούλων σου. Νῦν καιρὸς ἀνάγκης ἦλθεν ἡμῖν, νῦν παρέστη χρεία βοηθείας Κόρη τῆς σῆς· λύτρωσαι οὖν πάσης ἀνάγκης καὶ κινδύνου, καὶ χεῖρα βοηθείας, τάχιστα ὄρεξον. Τέτρωμαι τῷ πόθῳ σου Μαριάμ, φλέγει με ὁ ἔρως καθορᾶν σου τῆς ἱερᾶς εἰκόνος Παρθένε τὸ κάλλος καὶ τὴν δόξαν, καὶ κόρον οὐ λαμβάνω τοῦ μεγαλύνειν σε. Χαῖρε Πανυπέρτιμε Μαριάμ, ἡ Παραμυθία τῆς σῆς ποίμνης καὶ ἀρωγή, ἡ τὸν Θεὸν Λόγον κρατοῦσα ἐν ἀγκάλαις· ὃν δίδου σοῖς ἱκέταις σεμνὴ εὐίλατον. Κόρη πανακήρατε ἡ ἐλπίς, τῶν ἀπηλπισμένων καὶ ἀντίληψις τῶν πιστῶν, σῶσον σοὺς οἰκέτας ἀπὸ παντοίας βλάβης, Παρθένε Θεοτόκε, Παραμυθία μου. Τοῦ Εὐαγγελισμοῦ τῆς Θεοτόκου. Νῦν εὐαγγελίζεται Γαβριήλ, τὸ χαῖρε κραυγάζων μετὰ δέους τῇ Μαριάμ· ὢ τοῦ ξένου τρόπου, ἐν μήτρᾳ γὰρ ἀχράντῳ, συνείληπται ὁ Πλάστης, σῴζων ὃν ἔπλασε. Τῆς Τιμίας Ζώνης τῆς Θεοτόκου. Ζώνη πολυτίμητε τῆς Ἁγνῆς, πηγὴ τῶν θαυμάτων, καὶ χαρίτων ὁ θησαυρός, σῶσον τοὺς σοὺς δούλους, ἀπὸ παντοίας βλάβης, ὡς τῆς ζωῆς τὸ σκεῦος, σὺ περι
Back to Top